Ancient Greek · ~2 min
Section 223
Aeschines, Κατά Κτησιφώντος 223
Not analysed yet
οὕτω δὲ ταῖς αἰτίαις ἐνέφραξας τὰς κατὰ σαυτοῦ τιμωρίας, ὥστε τὸν κίνδυνον εἶναι μὴ σοὶ τῷ ἀδικήσαντι, ἀλλὰ τοῖς ἐπεξιοῦσι, πολὺν μὲν τὸν Ἀλέξανδρον καὶ τὸν Φίλιππον ἐν ταῖς διαβολαῖς φέρων, αἰτιώμενος δέ τινας ἐμποδίζειν τοὺς τῆς πόλεως καιρούς, ἀεὶ τὸ παρὸν λυμαινόμενος, τὸ δὲ μέλλον κατεπαγγελλόμενος. οὐ τὸ τελευταῖον εἰσαγγέλλεσθαι μέλλων ὑπʼ ἐμοῦ, τὴν Ἀναξίνου σύλληψιν τοῦ Ὠρείτου κατεσκεύασας, τοῦ τὰ ἀγοράσματα Ὀλυμπιάδι ἀγοράζοντος;