Ancient Greek · ~1 min
Section 227
Aeschines, Κατά Κτησιφώντος 227
Not analysed yet
ἀποκρύπτοιτο δὲ τὸ πάντων τελευταῖον, ὅτι τῆς μάχης ἐπιγενομένης οὐκ ἐσχολάζομεν περὶ τὴν σὴν εἶναι τιμωρίαν, ἀλλʼ ὑπὲρ τῆς σωτηρίας τῆς πόλεως ἐπρεσβεύομεν. ἐπειδὴ δὲ οὐκ ἀπέχρη σοι δίκην μὴ δεδωκέναι, ἀλλὰ καὶ δωρεὰς ᾔτεις, καταγέλαστον ἐν τοῖς Ἕλλησι τὴν πόλιν ποιῶν, ἐνταῦθʼ ἐνέστην καὶ τὴν γραφὴν ἀπήνεγκα.