Ancient Greek · ~2 min
Section 228
Aeschines, Κατά Κτησιφώντος 228
Not analysed yet
καὶ νὴ τοὺς θεοὺς Ὀλυμπίους, ὧν ἐγὼ πυνθάνομαι Δημοσθένην λέξειν, ἐφʼ ᾧ νυνὶ μέλλω λέγειν ἀγανακτῶ μάλιστα. ἀφομοιοῖ γὰρ μου τὴν φύσιν ταῖς Σειρῆσιν. καὶ γὰρ ὑπʼ ἐκείνων οὐ κηλεῖσθαί φησι τοὺς ἀκροωμένους, ἀλλʼ ἀπόλλυσθαι, διόπερ οὐδʼ εὐδοκιμεῖν τὴν τῶν Σειρήνων μουσικήν· καὶ δὴ καὶ τὴν τῶν ἐμῶν εὔροιαν λόγων καὶ τὴν φύσιν μου γεγενῆσθαι ἐπὶ βλάβῃ τῶν ἀκουόντων. καίτοι τὸν λόγον τοῦτον ὅλως μὲν ἔγωγε οὐδενὶ πρέπειν ἡγοῦμαι περὶ ἐμοῦ λέγειν· τῆς γὰρ αἰτίας αἰσχρὸν τὸν αἰτιώμενόν ἐστι τὸ ἔργον μὴ ἔχειν ἐπιδεῖξαι·