Ancient Greek · ~2 min
Section 233
Aeschines, Κατά Κτησιφώντος 233
Not analysed yet
ἔπειτʼ ἔξεισιν ἐκ τοῦ δικαστηρίου ὁ τοιοῦτος κριτὴς ἑαυτὸν μὲν ἀσθενῆ πεποιηκώς, ἰσχυρὸν δὲ τὸν ῥήτορα. ἀνὴρ γὰρ ἰδιώτης ἐν πόλει δημοκρατουμένῃ νόμῳ καὶ ψήφῳ βασιλεύει· ὅταν δʼ ἑτέρῳ ταῦτα παραδῷ, καταλέλυκε τὴν αὐτὸς αὑτοῦ δυναστείαν. ἔπειθʼ ὁ μὲν ὅρκος ὃν ὀμωμοκὼς δικάζει, συμπαρακολουθῶν αὐτὸν λυπεῖ· διʼ αὐτὸν γὰρ οἶμαι γέγονε τὸ ἁμάρτημα· ἡ δὲ χάρις πρὸς ὃν ἐχαρίζετο ἄδηλος γεγένηται· ἡ γὰρ ψῆφος ἀφανὴς φέρεται.