Ancient Greek
Section 234
Aeschines, Κατά Κτησιφώντος 234
Not analysed yet
δοκοῦμεν δʼ ἔμοιγε, ὦ ἄνδρες Ἀθηναῖοι, ἀμφότερα καὶ κατορθοῦν καὶ παρακινδυνεύειν εἰς τὴν πολιτείαν, οὐ σωφρονοῦντες. ὅτι μὲν γὰρ ἐπὶ τῶν νυνὶ καιρῶν οἱ πολλοὶ τοῖς ὀλίγοις προΐεσθε τὰ τῆς δημοκρατίας ἰσχυρά, οὐκ ἐπαινῶ· ὅτι δʼ οὐ γεγένηται φορὰ καθʼ ἡμᾶς ῥητόρων πονηρῶν ἅμα καὶ τολμηρῶν, εὐτυχοῦμεν. πρότερον μὲν γὰρ τοιαύτας φύσεις ἤνεγκε τὸ δημόσιον, αἳ ῥᾳδίως οὕτω κατέλυσαν τὸν δῆμον· ἔχαιρε γὰρ κολακευόμενος, ἔπειτʼ αὐτὸν οὐχ οὓς ἐφοβεῖτο, ἀλλʼ οἷς ἑαυτὸν ἐνεχείριζε, κατέλυσαν·