Ancient Greek · ~2 min
Section 235
Aeschines, Κατά Κτησιφώντος 235
Not analysed yet
ἔνιοι δὲ καὶ αὐτοὶ τῶν τριάκοντα ἐγένοντο, οἳ πλείους ἢ χιλίους καὶ πεντακοσίους τῶν πολιτῶν ἀκρίτους ἀπέκτειναν, πρὶν καὶ τὰς αἰτίας ἀκοῦσαι ἐφʼ αἷς ἔμελλον ἀποθνῄσκειν, καὶ οὐδʼ ἐπὶ τὰς ἐκφορὰς τῶν τελευτησάντων εἴων τοὺς προσήκοντας παραγενέσθαι. οὐχ ὑφʼ ὑμῖν αὐτοῖς ἕξετε τοὺς πολιτευομένους; οὐ ταπεινώσαντες ἀποπέμψετε τοὺς νῦν ἐπηρμένους; οὐ μεμνήσεσθʼ ὅτι οὐδεὶς πώποτε ἐπέθετο πρότερον δήμου καταλύσει πρὶν ἂν μεῖζον τῶν δικαστηρίων ἰσχύσῃ;