Ancient Greek · ~1 min
Section 240
Aeschines, Κατά Κτησιφώντος 240
Not analysed yet
οὐ διʼ ἔνδειαν χρημάτων ἕνεκα μὲν πέντε ταλάντων οἱ ξένοι Θηβαίοις τὴν ἄκραν οὐ παρέδοσαν; διὰ ἐννέα δὲ τάλαντα ἀργυρίου πάντων Ἀρκάδων ἐξεληλυθότων καὶ τῶν ἡγεμόνων ἑτοίμων ὄντων βοηθεῖν, ἡ πρᾶξις οὐ γεγένηται; σὺ δὲ πλουτεῖς καὶ ταῖς ἡδοναῖς ταῖς σαυτοῦ χορηγεῖς. καὶ τὸ κεφάλαιον, τὸ μὲν βασιλικὸν χρυσίον παρὰ τούτῳ, οἱ δὲ κίνδυνοι παρʼ ὑμῖν.