Ancient Greek · ~2 min
Section 241
Aeschines, Κατά Κτησιφώντος 241
Not analysed yet
ἄξιον δʼ ἐστὶ καὶ τὴν ἀπαιδευσίαν αὐτῶν θεωρῆσαι. εἰ γὰρ τολμήσει Κτησιφῶν μὲν Δημοσθένην παρακαλεῖν λέξοντα εἰς ὑμᾶς, οὗτος δʼ ἀναβὰς ἑαυτὸν ἐγκωμιάζειν, βαρύτερον τῶν ἔργων ὧν πεπόνθαμεν τὸ ἀκρόαμα γίγνεται. ὅπου γὰρ τοὺς ὄντως ἄνδρας ἀγαθούς, οἷς πολλὰ καὶ καλὰ σύνισμεν ἔργα, τοὺς καθʼ ἑαυτῶν ἐπαίνους ἐὰν λέγωσιν, οὐ φέρομεν, ὅταν ἄνθρωπος αἰσχύνη τῆς πόλεως γεγονὼς ἑαυτὸν ἐγκωμιάζῃ, τίς ἂν τὰ τοιαῦτα καρτερήσειεν ἀκούων;