Ancient Greek
Section 27
Aeschines, Κατά Κτησιφώντος 27
Not analysed yet
ὡς τοίνυν καὶ τὴν τῶν τειχοποιῶν ἀρχὴν ἦρχεν, ὅθʼ οὗτος τὸ ψήφισμα ἔγραψε, καὶ τὰ δημόσια χρήματα διεχείριζε, καὶ ἐπιβολὰς ἐπέβαλλε, καθάπερ οἱ ἄλλοι ἄρχοντες, καὶ δικαστηρίων ἡγεμονίας ἐλάμβανε, τούτων ὑμῖν αὐτὸν Δημοσθένην μάρτυρα παρέξομαι. ἐπὶ γὰρ Χαιρώνδου ἄρχοντος, Θαργηλιῶνος μηνὸς δευτέρᾳ φθίνοντος, ἐκκλησίας οὔσης ἔγραψε Δημοσθένης ἀγορὰν ποιῆσαι τῶν φυλῶν Ξκιροφοριῶνος δευτέρα ἱσταμένου καὶ τρίτῃ, καὶ ἐπέταξεν ἐν τῷ ψηφίσματι ἑκάστης τῶν φυλῶν ἑλέσθαι τοὺς ἐπιμελησομένους τῶν ἔργων ἐπὶ τὰ τείχη καὶ ταμίας, καὶ μάλα ὀρθῶς, ἵνʼ ἡ πόλις ἔχοι ὑπεύθυνα σώματα παρʼ ὧν ἔμελλε τῶν ἀνηλωμένων λόγον ἀπολήψεσθαι. καί μοι λέγε τὸ ψήφισμα.