Ancient Greek · ~1 min
Section 28
Aeschines, Κατά Κτησιφώντος 28
Not analysed yet
Ψήφισμα ναί, ἀλλʼ ἀντιδιαπλέκει πρὸς τοῦτο εὐθὺς λέγων ὡς οὔτʼ ἔλαχε τειχοποιὸς οὔτʼ ἐχειροτονήθη ὑπὸ τοῦ δήμου. καὶ περὶ τούτου Δημοσθένης μὲν καὶ Κτησιφῶν πολὺν ποιήσονται λόγον· ὁ δέ γε νόμος βραχὺς καὶ σαφὴς καὶ ταχὺ λύων τὰς τούτων τέχνας. μικρὰ δὲ ὑμῖν ὑπὲρ αὐτῶν πρῶτον προειπεῖν βούλομαι.