Ancient Greek · ~1 min
Section 29
Aeschines, Κατά Κτησιφώντος 29
Not analysed yet
ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν περὶ τὰς ἀρχὰς εἴδη τρία, ὧν ἓν μὲν καὶ πᾶσι φανερώτατον οἱ κληρωτοὶ καὶ οἱ χειροτονητοὶ ἄρχοντες, δεύτερον δὲ ὅσοι τι διαχειρίζουσι τῶν τῆς πόλεως ὑπὲρ τριάκοντα ἡμέρας καὶ οἱ τῶν δημοσίων ἔργων ἐπιστάται, τρίτον δʼ ἐν τῷ νόμῳ γέγραπται, καὶ εἴ τινες ἄλλοι ἡγεμονίας δικαστηρίων λαμβάνουσι, καὶ τούτους ἄρχειν δοκιμασθέντας.