Ancient Greek · ~1 min
Section 39
Aeschines, Κατά Κτησιφώντος 39
Not analysed yet
κἄν τι τοιοῦτον εὑρίσκωσιν, ἀναγεγραφότας ἐν σανίσιν ἐκτιθέναι κελεύει πρόσθεν τῶν ἐπωνύμων, τοὺς δὲ πρυτάνεις ποιεῖν ἐκκλησίαν ἐπιγράψαντας νομοθέταις, τὸν δʼ ἐπιστάτην τῶν προέδρων διαχειροτονίαν διδόναι τοὺς μὲν ἀναιρεῖν τῶν νόμων, τοὺς δὲ καταλείπειν, ὅπως ἂν εἷς ᾖ νόμος καὶ μὴ πλείους περὶ ἑκάστης πράξεως. καί μοι λέγε τοὺς νόμους.