Ancient Greek · ~2 min
Section 40
Aeschines, Κατά Κτησιφώντος 40
Not analysed yet
Νόμοι εἰ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀληθὴς ἦν ὁ παρὰ τούτων λόγος, καὶ ἦσαν δύο κείμενοι νόμοι περὶ τῶν κηρυγμάτων, ἐξ ἀνάγκης οἶμαι τῶν μὲν θεσμοθετῶν ἐξευρόντων, τῶν δὲ πρυτάνεων ἀποδόντων τοῖς νομοθέταις ἀνῄρητʼ ἂν ὁ ἕτερος τῶν νόμων, ἤτοι ὁ τὴν ἐξουσίαν δεδωκὼς ἀνειπεῖν ἢ ὁ ἀπαγορεύων· ὁπότε δὲ μηδὲν τούτων γεγένηται, φανερῶς δή που ἐξελέγχονται οὐ μόνον Ψευδῆ λέγοντες, ἀλλὰ καὶ παντελῶς ἀδύνατα γενέσθαι.