Ancient Greek · ~2 min
Section 44
Aeschines, Κατά Κτησιφώντος 44
Not analysed yet
συνιδὼν δή τις ταῦτα νομοθέτης, τίθησι νόμον οὐδὲν ἐπικοινωνοῦντα τῷ περὶ τῶν ὑπὸ τοῦ δήμου στεφανουμένων νόμῳ, οὔτε λύσας ἐκεῖνον· οὐδὲ γὰρ ἡ ἐκκλησία ἠνωχλεῖτο, ἀλλὰ τὸ θέατρον· οὔτʼ ἐναντίον τοῖς πρότερον κειμένοις νόμοις τιθείς· οὐ γὰρ ἔξεστιν· ἀλλὰ περὶ τῶν ἄνευ ψηφίσματος ὑμετέρου στεφανουμένων ὑπὸ τῶν φυλετῶν καὶ δημοτῶν, καὶ περὶ τῶν τοὺς οἰκέτας ἀπελευθερούντων, καὶ περὶ τῶν ξενικῶν στεφάνων, καὶ διαρρήδην ἀπαγορεύει μήτʼ οἰκέτην ἀπελευθεροῦν ἐν τῷ θεάτρῳ, μήθʼ ὑπὸ τῶν φυλετῶν ἢ δημοτῶν ἀναγορεύεσθαι στεφανούμενον, μήθʼ ὑπʼ ἄλλου, φησί, μηδενός, ἢ ἄτιμον εἶναι τὸν κήρυκα.