Ancient Greek · ~2 min
Section 45
Aeschines, Κατά Κτησιφώντος 45
Not analysed yet
ὅταν οὖν ἀποδείξῃ τοῖς μὲν ὑπὸ τῆς βουλῆς στεφανουμένοις τὸ βουλευτήριον ἀναρρηθῆναι, τοῖς δʼ ὑπὸ τοῦ δήμου τὴν ἐκκλησίαν, τοῖς δʼ ὑπὸ τῶν δημοτῶν καὶ φυλετῶν ἀπείπῃ μὴ κηρύττεσθαι τοῖς τραγῳδοῖς, ἵνα μηδεὶς ἐρανίζων στεφάνους καὶ κηρύγματα ψευδῆ φιλοτιμίαν κτᾶται, προσαπείπῃ δʼ ἐν τῷ νόμῳ μηδʼ ὑπὸ ἄλλου μηδενὸς ἀνακηρύττεσθαι, ἀπούσης βουλῆς καὶ δήμου καὶ φυλετῶν καὶ δημοτῶν,—ὅταν δέ τις ταῦτα ἀφέλῃ, τί τὸ καταλειπόμενόν ἐστι πλὴν οἱ ξενικοὶ στέφανοι;