Ancient Greek · ~2 min
Section 47
Aeschines, Κατά Κτησιφώντος 47
Not analysed yet
ἀλλʼ οὐκ ἐκεῖνον τὸν ἐν τῇ ἐκκλησίᾳ ἀναρρηθέντα στέφανον οὐδεὶς καθιεροῖ, ἀλλʼ ἔξεστι κεκτῆσθαι, ἵνα μὴ μόνον αὐτός, ἀλλὰ καὶ οἱ ἐξ ἐκείνου, ἔχοντες ἐν τῇ οἰκία τὸ ὑπόμνημα, μηδέποτε κακοὶ τὴν ψυχὴν εἰς τὸν δῆμον γίγνωνται. καὶ διὰ τοῦτο προσέθηκεν ὁ νομοθέτης μὴ κηρύττεσθαι τὸν ἀλλότριον στέφανον ἐν τῷ θεάτρῳ, ἐὰν μὴ ψηφίσηται ὁ δῆμος, ἵνʼ ἡ πόλις ἡ βουλομένη τινὰ τῶν ὑμετέρων στεφανοῦν πρέσβεις πέμψασα δεηθῇ τοῦ δήμου, καὶ ὁ κηρυττόμενος μείζω χάριν εἰδῇ τῶν στεφανούντων ὑμῖν, ὅτι κηρύξαι ἐπετρέψατε. ὅτι δʼ ἀληθῆ λέγω, τῶν νόμων αὐτῶν ἀκούσατε.