Ancient Greek · ~2 min
Section 46
Aeschines, Κατά Κτησιφώντος 46
Not analysed yet
ὅτι δʼ ἀληθῆ λέγω, σημεῖον ὑμῖν μέγα τούτου ἐξ αὐτῶν τῶν νόμων ἐπιδείξω. αὐτὸν γὰρ τὸν χρυσοῦν στέφανον, ὃς ἂν ἐν τῷ θεάτρῳ τῷ ἐν ἄστει ἀναρρηθῇ, ἱερὸν εἶναι τῆς Ἀθηνᾶς ὁ νόμος κελεύει, ἀφελόμενος τὸν στεφανούμενον. καίτοι τίς ἂν ὑμῶν τολμήσειε τοσαύτην ἀνελευθερίαν καταγνῶναι τοῦ δήμου τοῦ Ἀθηναίων; μὴ γὰρ ὅτι πόλις, ἀλλʼ οὐδʼ ἂν ἰδιώτης οὐδὲ εἷς οὕτως ἀγεννὴς γένοιτο, ὥστε ὃν αὐτὸς ἔδωκε στέφανον ἅμα ἀνακηρύττειν καὶ ἀφαιρεῖσθαι. ἀλλʼ οἶμαι διὰ τὸ ξενικὸν εἶναι τὸν στέφανον καὶ ἡ καθιέρωσις γίγνεται, ἵνα μηδεὶς ἀλλοτρίαν εὔνοιαν περὶ πλείονος ποιούμενος τῆς πατρίδος χείρων γένηται τὴν ψυχήν.