Ancient Greek · ~2 min
Section 51
Aeschines, Κατά Κτησιφώντος 51
Not analysed yet
ἔχει δʼ οὕτως. ἐγὼ τὸν μὲν ἴδιον βίον τὸν Δημοσθένους ἐξετάζειν μακροτέρου λόγου ἔργον ἡγοῦμαι. τί γὰρ δεῖ νῦν ταῦτα λέγειν, ἢ τὰ περὶ τὴν τοῦ τραύματος γραφὴν αὐτῷ συμβεβηκότα, ὅτʼ ἐγράψατο εἰς Ἄρειον πάγον Δημομέλην τὸν Παιανιέα, ἀνεψιὸν ὄντα ἑαυτῷ, καὶ τὴν τῆς κεφαλῆς ἐπιτομήν· ἢ τὰ περὶ τὴν Κηφισοδότου στρατηγίαν καὶ τὸν τῶν νεῶν ἔκπλουν τὸν εἰς Ἑλλήσποντον,