Ancient Greek · ~2 min
Section 52
Aeschines, Κατά Κτησιφώντος 52
Not analysed yet
ὅτε εἷς ὢν τῶν τριηράρχων Δημοσθένης, καὶ περιάγων τὸν στρατηγὸν ἐπὶ τῆς νεώς, καὶ συσσιτῶν καὶ συνθύων καὶ συσπένδων, τούτων ἀξιωθεὶς διὰ τὸ πατρικὸς αὐτῷ φίλος εἶναι, οὐκ ὤκνησεν ἀπʼ εἰσαγγελίας αὐτοῦ κρινομένου περὶ θανάτου κατήγορος γενέσθαι· καὶ ταῦτα δὴ τὰ περὶ Μειδίαν καὶ τοὺς κονδύλους, οὓς ἔλαβεν ἐν τῇ ὀρχήστρᾳ χορηγὸς ὤν, καὶ ὡς ἀπέδοτο τριάκοντα μνῶν ἅμα τήν τε εἰς αὑτὸν ὕβριν καὶ τὴν τοῦ δήμου καταχειροτονίαν, ἣν ἐν Διονύσου κατεχειροτόνησε Μειδίου.