Ancient Greek · ~2 min
Section 62
Aeschines, Κατά Κτησιφώντος 62
Not analysed yet
ἔγραψε Φιλοκράτης ἐξεῖναι Φιλίππῳ δεῦρο κήρυκα καὶ πρέσβεις πέμπειν περὶ εἰρήνης. τοῦτο τὸ ψήφισμα ἐγράφη παρανόμων. ἧκον οἱ τῆς κρίσεως χρόνοι· κατηγόρει μὲν Λυκῖνος ὁ γραψάμενος, ἀπελογεῖτο δὲ Φιλοκράτης, συναπελογεῖτο δὲ Δημοσθένης· ἀπέφυγε Φιλοκράτης· μετὰ ταῦτα ἐπῄει Θεμιστοκλῆς ἄρχων· ἐνταῦθʼ εἰσέρχεται βουλευτὴς Δημοσθένης, οὔτε λαχὼν οὔτʼ ἐπιλαχών, ἀλλʼ ἐκ παρασκευῆς πριάμενος, ἵνʼ εἰς ὑποδοχὴν ἅπαντα καὶ λέγοι καὶ πράττοι Φιλοκράτει, ὡς αὐτὸ ἔδειξε τὸ ἔργον.