Ancient Greek · ~2 min
Section 63
Aeschines, Κατά Κτησιφώντος 63
Not analysed yet
νικᾷ γὰρ ἕτερον ψήφισμα Φιλοκράτης, ἐν ᾧ κελεύει ἑλέσθαι δέκα πρέσβεις, οἵτινες ἀφικόμενοι ὡς Φίλιππον ἀξιώσουσιν αὐτὸν δεῦρο πρέσβεις αὐτοκράτορας ἀποστέλλειν στέλλειν ὑπὲρ εἰρήνης. τούτων εἷς ἦν Δημοσθένης. κἀκεῖθεν ἐπανήκων ἐπαινέτης ἦν τῆς εἰρήνης, καὶ ταὐτὰ τοῖς ἄλλοις πρέσβεσιν ἀπήγγελλε, καὶ μόνος τῶν βουλευτῶν ἔγραψε σπείσασθαι τῷ κήρυκι τῷ ἀπὸ Φιλίππου καὶ τοῖς πρέσβεσιν, ἀκόλουθα γράφων Φιλοκράτει· ὁ μέν γε τὴν ἐξουσίαν δέδωκε τοῦ δεῦρο κήρυκα καὶ πρέσβεις πέμπεσθαι, ὁ δὲ τῇ πρεσβείᾳ σπένδεται.