Ancient Greek · ~1 min
Section 75
Aeschines, Κατά Κτησιφώντος 75
Not analysed yet
ὅτι δʼ ἀληθῆ λέγω, ἀνάγνωθί μοι, τίς ἦν ὁ ταῦτα γράψας, καὶ τίς ὁ ἐπιψηφίσας. Ψήφισμα καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων γραμμάτων φυλακή· ἀκίνητον γάρ ἐστι, καὶ οὐ συμμεταπίπτει τοῖς αὐτομολοῦσιν ἐν τῇ πολιτείᾳ, ἀλλʼ ἀπέδωκε τῷ δήμῳ, ὁπόταν βούληται, συνιδεῖν τοὺς πάλαι μὲν πονηρούς, ἐκ μεταβολῆς δʼ ἀξιοῦντας εἶναι χρηστούς.