Ancient Greek · ~2 min
Section 76
Aeschines, Κατά Κτησιφώντος 76
Not analysed yet
ὑπόλοιπον δʼ ἐστί μοι τὴν κολακείαν διεξελθεῖν. Δημοσθένης γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐνιαυτὸν βουλεύσας, οὐδεμίαν πώποτε φανήσεται πρεσβείαν εἰς προεδρίαν καλέσας, ἀλλὰ τότε μόνον καὶ πρῶτον· καὶ προσκεφάλαια ἔθηκε, καὶ φοινικίδας περιεπέτασε, καὶ ἅμα τῇ ἡμέρᾳ ἡγεῖτο τοῖς πρέσβεσιν εἰς τὸ θέατρον, ὥστε καὶ συρίττεσθαι διὰ τὴν ἀσχημοσύνην καὶ κολακείαν. καὶ ὅτʼ ἀπῄεσαν, ἐμισθώσατο αὐτοῖς τρία ζεύγη ὀρεικὰ καὶ τοὺς πρέσβεις προὔπεμψεν εἰς Θήβας, καταγέλαστον τὴν πόλιν ποιῶν. ἵνα δʼ ἐπὶ τῆς ὑποθέσεως μείνω, λαβέ μοι τὸ ψήφισμα τὸ περὶ τῆς προεδρίας.