Ancient Greek · ~1 min
Section 86
Aeschines, Κατά Κτησιφώντος 86
Not analysed yet
καὶ τηλικαῦθʼ ὑφʼ ὑμῶν εὖ πεπονθότες οἱ Χαλκιδεῖς οὐ τὰς ὁμοίας ὑμῖν ἀπέδοσαν, ἀλλʼ ἐπειδὴ διέβητε εἰς Εὔβοιαν Πλουτάρχῳ βοηθήσοντες, τοὺς μὲν πρώτους χρόνους ἀλλʼ οὖν προσεποιοῦνθʼ ὑμῖν εἶναι φίλοι, ἐπειδὴ δὲ τάχιστα εἰς Ταμύνας παρήλθομεν, καὶ τὸ Κοτύλαιον ὀνομαζόμενον ὄρος ὑπερεβάλομεν, ἐνταῦθα Καλλίας ὁ Χαλκιδεύς, ὃν Δημοσθένης μισθαρνῶν ἐνεκωμίαζεν,