Ancient Greek · ~1 min
Section 87
Aeschines, Κατά Κτησιφώντος 87
Not analysed yet
ὁρῶν τὸ στρατόπεδον τὸ τῆς πόλεως εἰς δεινὰς δυσχωρίας κατακεκλῃμένον, ὅθεν μὴ νικήσασι μάχην οὐκ ἦν ἀναχώρησις, οὐδὲ βοηθείας ἐλπὶς οὔτʼ ἐκ γῆς οὔτʼ ἐκ θαλάττης, συναγείρας ἐξ ἁπάσης τῆς Εὐβοίας στρατόπεδον, καὶ παρὰ Φιλίππου δύναμιν προσμεταπεμψάμενος, ὅ τʼ ἀδελφὸς αὐτοῦ Ταυροσθένης, ὁ νυνὶ πάντας δεξιούμενος καὶ προσγελῶν, τοὺς Φωκικοὺς ξένους διαβιβάσας, ἦλθον ἐφʼ ἡμᾶς ὡς ἀναιρήσοντες.