Ancient Greek · ~1 min
Section 89
Aeschines, Κατά Κτησιφώντος 89
Not analysed yet
μικρὸν διαλιπὼν χρόνον πάλιν ἧκε φερόμενος εἰς τὴν ἑαυτοῦ φύσιν, Εὐβοϊκὸν μὲν τῷ λόγῳ συνέδριον εἰς Χαλκίδα συνάγων, ἰσχυρὰν δὲ τὴν Εὔβοιαν ἐφʼ ὑμᾶς ἔργῳ κατασκευάζων, ἐξαίρετον δʼ αὑτῷ τυραννίδα περιποιούμενος. κἀνταῦθα ἐλπίζων συναγωνιστὴν Φίλιππον λήψεσθαι, ἀπῆλθεν εἰς Μακεδονίαν καὶ περιῄει μετὰ Φιλίππου, καὶ τῶν ἑταίρων εἷς ὠνομάζετο.