Ancient Greek · ~2 min
Section 88
Aeschines, Κατά Κτησιφώντος 88
Not analysed yet
καὶ εἰ μὴ πρῶτον μὲν θεῶν τις ἔσωσε τὸ στρατόπεδον, ἔπειθʼ οἱ στρατιῶται οἱ ὑμέτεροι καὶ οἱ πεζοὶ καὶ οἱ ἱππεῖς ἄνδρες ἐγένοντο ἀγαθοί, καὶ παρὰ τὸν ἱππόδρομον τὸν ἐν Ταμύναις ἐκ παρατάξεως μάχῃ κρατήσαντες ὑποσπόνδους ἀφεῖσαν τοὺς πολεμίους, ἐκινδύνευσεν ἂν ἡ πόλις αἴσχιστα παθεῖν· οὐ γὰρ τὸ δυστυχῆσαι κατὰ πόλεμον μέγιστόν ἐστι κακόν, ἀλλʼ ὅταν τις πρὸς ἀνταγωνιστὰς ἀναξίους διακινδυνεύων ἀποτύχῃ, διπλασίαν εἰκὸς εἶναι τὴν συμφοράν. ἀλλʼ ὅμως ὑμεῖς τοιαῦτα πεπονθότες πάλιν διελύσασθε πρὸς αὐτούς. τυχὼν δὲ συγγνώμης παρʼ ὑμῶν Καλλίας ὁ Χαλκιδεύς,