Ancient Greek · ~1 min
Section 115
Aeschines, Κατὰ Τιμάρχου 115
Not analysed yet
εἰληφὼς ἠλέγχθη παρὰ Λευκωνίδου τοῦ Φιλωτάδου κηδεστοῦ διὰ Φιλήμονος τοῦ ὑποκριτοῦ εἴκοσι μνᾶς, ἃς ἐν ὀλίγῳ χρόνῳ πρὸς Φιλοξένην ἀνήλωσε τὴν ἑταίραν, καὶ προὔδωκε τὸν ἀγῶνα, καὶ τὸν ὅρκον ἐπιώρκησεν. ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι Φιλήμονα τὸν δόντα τὸ ἀργύριον καὶ Λευκωνίδην τὸν Φιλωτάδου κηδεστήν, καὶ τῶν συνθηκῶν ἀνάγνωθι τὰ ἀντίγραφα, καθʼ ἃς τὴν πρᾶσιν ἐποιήσατο τοῦ ἀγῶνος.