Ancient Greek · ~2 min
Section 116
Aeschines, Κατὰ Τιμάρχου 116
Not analysed yet
Μαρτυρίαι. Συνθῆκαι περὶ μὲν οὖν τοὺς πολίτας καὶ τοὺς οἰκείους οἷος γεγένηται, καὶ τὴν πατρῴαν οὐσίαν ὡς αἰσχρῶς ἀνήλωκε, καὶ τὴν ὕβριν τὴν εἰς τὸ ἑαυτοῦ σῶμα ὡς ὑπερεώρακε, συνῇστε μὲν καὶ πρὶν ἐμὲ λέγειν, ἱκανῶς δʼ ὑμᾶς ὑπομέμνηκε καὶ ὁ παρʼ ἐμοῦ λόγος· δύο δέ μοι τῆς κατηγορίας εἴδη λείπεται, ἐφʼ οἷς ἐμαυτόν τʼ εἰπεῖν εὔχομαι τοῖς θεοῖς πᾶσι καὶ πάσαις ὑπὲρ τῆς πόλεως ὡς προῄρημαι, ὑμᾶς τε βουλοίμην ἂν οἷς ἐγὼ μέλλω λέγειν προσέχειν καὶ παρακολουθεῖν εὐμαθῶς.