Ancient Greek · ~2 min
Section 173
Aeschines, Κατὰ Τιμάρχου 173
Not analysed yet
ἔπειθʼ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Σωκράτην μὲν τὸν σοφιστὴν ἀπεκτείνατε, ὅτι Κριτίαν ἐφάνη πεπαιδευκώς, ἕνα τῶν τριάκοντα τῶν τὸν δῆμον καταλυσάντων, Δημοσθένης δʼ ὑμῖν ἑταίρους ἐξαιρήσεται, ὁ τηλικαύτας τιμωρίας λαμβάνων παρὰ τῶν ἰδιωτῶν καὶ δημοτικῶν ἀνθρώπων ὑπὲρ τῆς ἰσηγορίας, ᾧ παρακεκλημένοι τινὲς τῶν μαθητῶν ἥκουσιν ἐπὶ τὴν ἀκρόασιν· κατεπαγγέλλεται γὰρ πρὸς αὐτούς, ἐργολαβῶν ἐφʼ ὑμᾶς, ὡς ἐγὼ πυνθάνομαι, λήσειν μεταλλάξας τὸν ἀγῶνα καὶ τὴν ὑμετέραν ἀκρόασιν,