Ancient Greek · ~2 min
Section 174
Aeschines, Κατὰ Τιμάρχου 174
Not analysed yet
καὶ περιστήσειν τῷ μὲν φεύγοντι θαρρεῖν, ὅταν αὐτὸς δεῦρο παρέλθῃ, ἐκπεπλῆχθαι δὲ τῷ κατηγόρῳ καὶ πεφοβῆσθαι περὶ αὑτοῦ, τοσούτους δὲ καὶ τηλικούτους ἐκκαλεῖσθαι παρὰ τῶν δικαστῶν θορύβους, παρεμβάλλων τὰς ἐμὰς δημηγορίας καὶ ψέγων τὴν εἰρήνην τὴν διʼ ἐμοῦ καὶ Φιλοκράτους γεγενημένην, ὥστʼ οὐδὲ ἀπαντήσεσθαί με ἐπὶ τὸ δικαστήριον ἀπολογησόμενον, ὅταν τῆς πρεσβείας τὰς εὐθύνας διδῶ, ἀλλʼ ἀγαπήσειν, ἐὰν μετρίῳ τιμήματι περιπέσω καὶ μὴ θανάτῳ ζημιῶμαι.