Ancient Greek · ~2 min
Section 176
Aeschines, Κατὰ Τιμάρχου 176
Not analysed yet
ὑμέτερον δʼ ἐστὶν ἔργον πρὸς ταῦτα ἀντιτετάχθαι, καὶ πανταχῇ παρακολουθοῦντας μηδαμῇ παρεκκλίνειν αὐτὸν ἐᾶν, μηδὲ τοῖς ἐξαγωνίοις λόγοις διισχυρίζεσθαι· ἀλλʼ ὥσπερ ἐν ταῖς ἱπποδρομίαις εἰς τὸν τοῦ πράγματος αὐτὸν δρόμον εἰσελαύνετε. κἂν ταῦτα ποιῆτε, οὐ καταφρονηθήσεσθε, καὶ τὴν αὐτὴν ἕξετε γνώμην νομοθετοῦντες καὶ δικάζοντες· εἰ δὲ μή, δόξετε μελλόντων μὲν γίγνεσθαι τῶν ἀδικημάτων προαισθάνεσθαι καὶ ὀργίζεσθαι, γεγονότων δὲ οὐκέτι φροντίζειν.