Ancient Greek
Section 177
Aeschines, Κατὰ Τιμάρχου 177
Not analysed yet
ὡς δʼ ἐν κεφαλαίῳ εἰρῆσθαι, ἐὰν μὲν κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται ὑμῖν οἱ νόμοι καλοὶ καὶ κύριοι, ἐὰν δʼ ἀφιῆτε, καλοὶ μέν, κύριοι δʼ οὐκέτι. ὧν δʼ ἕνεκα ταῦτα λέγω, οὐκ ὀκνήσω πρὸς ὑμᾶς παρρησιάσασθαι. ἔσται δʼ ὁ λόγος ἐπὶ παραδείγματος. διὰ τί οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς νόμους μὲν καλῶς κεῖσθαι, τὰ δὲ ψηφίσματα εἶναι τὰ τῆς πόλεως καταδεέστερα, καὶ τὰς κρίσεις ἐνίοτε τὰς ἐν τοῖς δικαστηρίοις ἔχειν ἐπιπλήξεις;