Ancient Greek · ~2 min
Section 178
Aeschines, Κατὰ Τιμάρχου 178
Not analysed yet
ἐγὼ τὰς τούτων αἰτίας ἐπιδείξω. ὅτι τοὺς μὲν νόμους τίθεσθε ἐπὶ πᾶσι δικαίοις, οὔτε κέρδους ἕνεκʼ ἀδίκου, οὔτε χάριτος οὔτʼ ἔχθρας, ἀλλὰ πρὸς αὐτὸ μόνον τὸ δίκαιον καὶ τὸ συμφέρον ἀποβλέποντες· ἐπιδέξιοι δʼ οἶμαι φύντες ἑτέρων μᾶλλον, εἰκότως καλλίστους νόμους τίθεσθε. ἐν δὲ ταῖς ἐκκλησίαις καὶ τοῖς δικαστηρίοις πολλάκις ἀφέμενοι τῶν εἰς αὐτὸ τὸ πρᾶγμα λόγων, ὑπὸ τῆς ἀπάτης καὶ τῶν ἀλαζονευμάτων ὑπάγεσθε, καὶ πάντων ἀδικώτατον ἔθος εἰς τοὺς ἀγῶνας παραδέχεσθε· ἐᾶτε γὰρ τοὺς ἀπολογουμένους ἀντικατηγορεῖν τῶν κατηγορούντων.