Ancient Greek · ~2 min
Section 53
Aeschines, Κατὰ Τιμάρχου 53
Not analysed yet
ἐπειδὴ τοίνυν ὁ Μισγόλας τῇ τε δαπάνῃ ἀπεῖπε καὶ τοῦτον ἐξέπεμψε παρʼ ἑαυτοῦ, μετὰ τοῦτο ἀναλαμβάνει αὐτὸν Ἀντικλῆς Καλλίου Εὐωνυμεύς. οὗτος μὲν οὖν ἄπεστιν ἐν Σάμῳ μετὰ τῶν κληρούχων· ἀλλὰ τὰ μετὰ ταῦτα ἐρῶ. ὡς γὰρ ἀπηλλάγη παρὰ τοῦ Ἀντικλέους καὶ τοῦ Μισγόλα Τίμαρχος οὑτοσί, οὐκ ἐνουθέτησεν ἑαυτόν, οὐδὲ βελτιόνων διατριβῶν ἥψατο, ἀλλὰ διημέρευεν ἐν τῷ κυβείῳ, οὗ ἡ τηλία τίθεται καὶ τοὺς ἀλεκτρυόνας συμβάλλουσιν καὶ κυβεύουσιν· ἤδη γὰρ οἶμαί τινας ὑμῶν ἑωρακέναι, εἰ δὲ μή, ἀλλʼ ἀκηκοέναι γε.