Ancient Greek · ~2 min
Section 54
Aeschines, Κατὰ Τιμάρχου 54
Not analysed yet
τῶν δὲ ἐκ τῆς διατριβῆς ταύτης ἐστί τις Πιττάλακος, ἄνθρωπος δημόσιος οἰκέτης τῆς πόλεως. οὗτος εὐπορῶν ἀργυρίου καὶ ἰδὼν τοῦτον ἐν τῇ διατριβῇ, ἀνέλαβεν αὐτὸν καὶ ἔσχε παρʼ ἑαυτῷ. καὶ ταῦτʼ οὐκ ἐδυσχέρανεν ὁ μιαρὸς οὑτοσί, μέλλων ἑαυτὸν καταισχύνειν πρὸς ἄνθρωπον δημόσιον οἰκέτην τῆς πόλεως· ἀλλʼ εἰ λήψεται χορηγὸν τῇ βδελυρίᾳ τῇ ἑαυτοῦ, τοῦτο μόνον ἐσκέψατο, τῶν δὲ καλῶν ἢ τῶν αἰσχίστων οὐδεμίαν πώποτε πρόνοιαν ἐποιήσατο.