Ancient Greek · ~2 min
Section 106
Aeschines, Περὶ τῆς παραπρεσβείας 106
Not analysed yet
ταῦτα δʼ ἐμοῦ μεταξὺ λέγοντος, ἀναβοᾷ παμμέγεθες Δημοσθένης, ὡς ἴσασι πάντες οἱ συμπρέσβεις· καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς βοιωτιάζει. ἦν δʼ οὖν παρʼ αὐτοῦ τοιαυτὶ τὰ λεγόμενα· ἅνθρωπος οὑτοσὶ ταραχῆς καὶ τόλμης ἐστὶ μεστός· ἐγὼ δὲ ὁμολογῶ μαλακὸς εἶναι καὶ τὰ δεινὰ πόρρωθεν δεδιέναι, ἀπαγορεύω μέντοι μὴ συνταράττειν ἡμᾶς πρὸς ἀλλήλας τὰς πόλεις, τὸ μὴ πολυπραγμονεῖν ἡμᾶς τοὺς πρέσβεις μηδέν, τοῦτʼ ἀγαθὸν ὑπολαμβάνων εἶναι.