Ancient Greek · ~1 min
Section 107
Aeschines, Περὶ τῆς παραπρεσβείας 107
Not analysed yet
πορεύεται Φίλιππος εἰς Πύλας, ἐγὼ δὲ ἐγκαλύπτομαι. οὐδείς με τῶν ὅπλων ἕνεκα τῶν Φιλίππου κρινεῖ, ἀλλʼ ὧν ἂν εἴπω τι μὴ δέον, ἢ πράξω τι τῶν μὴ προστεταγμένων. πέρας δὲ τοῦ πράγματος, ἐψηφίσαντο οἱ συμπρέσβεις, κατʼ ἄνδρα ἐπερωτώμενοι ἕκαστον ἡμῶν ὅ τι νομίζοι συμφέρειν, τοῦτο λέγειν. ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι τοὺς συμπρέσβεις καὶ τὴν μαρτυρίαν αὐτῶν λέγε.