Ancient Greek · ~2 min
Section 112
Aeschines, Περὶ τῆς παραπρεσβείας 112
Not analysed yet
ἐκεῖνα δʼ ἤδη καὶ σφόδρα διωρθοῦτο· οὐκ εἶπον, ὡς καλὸς εἶ· γυνὴ γὰρ τῶν ὄντων ἐστὶ κάλλιστον· οὐδʼ ὡς δεινὸς πιεῖν, σπογγιᾶς τὸν ἔπαινον ὑπολαμβάνων τοῦτον εἶναι· οὐδʼ ὡς μνημονικός, σοφιστοῦ τὰ τοιαῦτα νομίζων ἐργολαβοῦντος ἐγκώμια εἶναι. ἵνα δὲ μὴ μακρολογῶ, τοιαῦτʼ ἦν ἃ ἔλεγε παρόντων τῶν πρέσβεων ὡς ἔπος εἰπεῖν ἐξ ἁπάσης τῆς Ἑλλάδος, ἐφʼ οἷς γέλωτες οὐχ οἱ τυχόντες ἐγίγνοντο.