Ancient Greek · ~1 min
Section 113
Aeschines, Περὶ τῆς παραπρεσβείας 113
Not analysed yet
ἐπειδὴ δέ ποτʼ ἐπαύσατο καὶ σιωπὴ ἐγένετο, ἠναγκαζόμην ἐγὼ λέγειν μετὰ τοιαύτην ἀπαιδευσίαν καὶ κολακείας αἰσχρᾶς ὑπερβολήν. καὶ μικρὰ μὲν προεῖπον ἐξ ἀνάγκης πρὸς τὴν προειρημένην κατὰ τῶν συμπρέσβεων ὑπʼ αὐτοῦ διαβολήν, λέγων ὅτι μέμψειαν ἡμᾶς Ἀθηναῖοι πρέσβεις οὐκ ἀπολογησομένους ἐν Μακεδονία περὶ ἡμῶν αὐτῶν, ἀλλʼ οἴκοθεν ἐκ τοῦ βίου δεδοκιμασμένους ἀξίους τῆς πόλεως εἶναι.