Ancient Greek · ~3 min
Section 114
Aeschines, Περὶ τῆς παραπρεσβείας 114
Not analysed yet
βραχέα δʼ ὑπὲρ τῶν ὅρκων εἰπών, ἐφʼ οὓς ἥκομεν, καὶ περὶ τῶν ἄλλων ἃ προσετάξατε ὑμεῖς, διεξῄειν· ὁ γὰρ περιττὸς κἀν τοῖς λόγοις δεινὸς Δημοσθένης οὐδενὸς τῶν ἀναγκαίων ἐμνήσθη· καὶ δὴ καὶ περὶ τῆς εἰς Πύλας στρατείας εἶπον καὶ περὶ τῶν ἱερῶν καὶ περὶ Δελφῶν καὶ περὶ τῶν Ἀμφικτυόνων, καὶ μάλιστα μὲν Φίλιππον ἠξίουν μὴ μεθʼ ὅπλων, ἀλλὰ μετὰ ψήφου καὶ κρίσεως τἀκεῖ καθιστάναι, εἰ δʼ ἄρα μὴ δυνατὸν εἴη, (τοῦτο δʼ ἦν πρόδηλον· τὸ γὰρ στρατόπεδον παρῆν καὶ συνήθροιστο·) εἶπον, ὅτι τὸν μέλλοντα ὑπὲρ Ἑλληνικῶν ἱερῶν βουλεύεσθαι πολλὴν προσήκει πρόνοιαν ὑπὲρ εὐσεβείας ἔχειν, καὶ τοῖς περὶ τῶν πατρίων ἐγχειροῦσι διδάσκειν προσέχειν τὸν νοῦν.