Ancient Greek · ~2 min
Section 118
Aeschines, Περὶ τῆς παραπρεσβείας 118
Not analysed yet
ἵνα δὲ μὴ διατρίβω τοὺς ἐκεῖ λόγους ῥηθέντας νυνὶ πρὸς ὑμᾶς ἀκριβῶς διεξιών, ἐν κεφαλαίῳ περὶ πάντων εἰπὼν παύσομαι. ἡ μὲν τύχη καὶ Φίλιππος ἦσαν τῶν ἔργων κύριοι, ἐγὼ δὲ τῆς εἰς ὑμᾶς εὐνοίας καὶ τῶν λόγων. παρʼ ἐμοῦ μὲν οὖν ἐρρήθη τὰ δίκαια καὶ τὰ συμφέροντα ὑμῖν, ἀπέβη δὲ οὐχ ὡς ἡμεῖς ηὐχόμεθα, ἀλλʼ ὡς Φίλιππος ἔπραξε. πότερον οὖν ὁ μηδὲν προθυμηθεὶς ἐργάσασθαι ἀγαθὸν δίκαιός ἐστιν εὐδοξεῖν, ἢ ὁ μηδὲν ὧν ἦν δυνατὸς ἐλλιπών; ἐν δὲ τῷ παρόντι νυνὶ πολλὰ διὰ τὸν καιρὸν παραλείπω.