Ancient Greek · ~1 min
Section 119
Aeschines, Περὶ τῆς παραπρεσβείας 119
Not analysed yet
εἶπε δέ, ὡς ἐψευδολόγουν φάσκων ὀλίγων ἡμερῶν τὰς Θήβας ἔσεσθαι ταπεινάς, καὶ τοὺς Εὐβοέας ὡς ἐφόβουν, προάγων εἰς ἐλπίδας κενὰς ὑμᾶς. ὃ δὲ ποιεῖ, καταμάθετε, ὦ ἄνδρες Ἀθηναῖοι. ἐγὼ γὰρ παρὰ Φιλίππῳ μὲν ὢν ἠξίωσα, πρὸς δʼ ὑμᾶς ἥκων ἀπήγγελλον, ὅτι τὰς Θήβας Βοιωτίαν δίκαιον ἡγοίμην εἶναι, καὶ μὴ τὴν Βοιωτίαν Θήβας. τοῦτο οὐκ ἀπαγγεῖλαι, ἀλλʼ ὑποσχέσθαι μέ φησιν.