Ancient Greek · ~2 min
Section 120
Aeschines, Περὶ τῆς παραπρεσβείας 120
Not analysed yet
ἔλεγον δὲ πρὸς ὑμᾶς, ὅτι Κλεοχάρης ὁ Χαλκιδεὺς θαυμάζειν ὑμῶν καὶ Φιλίππου φαίη τὴν ἐξαίφνης ὁμόνοιαν, ἄλλως τε καὶ προστεταγμένον ἡμῖν, πράττειν ἀγαθὸν ὅ τι ἂν δυνώμεθα· τοὺς γὰρ μικροπολίτας, ὥσπερ αὐτός, φοβεῖν τὰ τῶν μειζόνων ἀπόρρητα. ταῦτα οὐ διηγήσασθαί με φησίν, ἀλλʼ ἐπηγγέλθαι τὴν Εὔβοιαν παραδώσειν. ἐγὼ δὲ ὑπειλήφειν δεῖν τὴν πόλιν τὴν ὑπὲρ τῶν ὅλων μέλλουσαν βουλεύεσθαι μηδενὸς λόγου Ἑλληνικοῦ ἀνήκοον εἶναι.