Ancient Greek · ~1 min
Section 127
Aeschines, Περὶ τῆς παραπρεσβείας 127
Not analysed yet
κἂν φῶσιν ἀπόκοιτόν με τουτωνὶ πώποτε τῶν συσσίτων γεγονέναι, μὴ φείσησθέ μου, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἀναστάντες ἀποκτείνατε. ἐὰν δʼ ἐξελεγχθῇς ψευδόμενος, Δημόσθενες, τοιαύτην δίκην δός· ὁμολόγησον ἀνδρόγυνος εἶναι καὶ μὴ ἐλεύθερος ἐναντίον τούτων. κάλει μοι τοὺς οἰκέτας δεῦρο ἐπὶ τὸ βῆμα, καὶ τὴν τῶν συμπρέσβεων ἀναγίγνωσκε μαρτυρίαν.