Ancient Greek · ~1 min
Section 128
Aeschines, Περὶ τῆς παραπρεσβείας 128
Not analysed yet
Μαρτυρία. Πρόκλησις ἐπειδὴ τοίνυν οὐ δέχεται τὴν πρόκλησιν, οὐδʼ ἄν φησιν ἐν βασάνοις ἀνδραπόδων γενέσθαι, λαβέ μοι τὴν ἐπιστολὴν ταύτην, ἣν ὁ Φίλιππος ἔπεμψε. δῆλον γὰρ ὅτι μεγάλα τὴν πόλιν παραλογίζεται, διʼ ἣν ἠγρυπνοῦμεν γράφοντες.