Ancient Greek · ~2 min
Section 130
Aeschines, Περὶ τῆς παραπρεσβείας 130
Not analysed yet
ἀλλʼ ἔμοιγε νὴ τοὺς θεοὺς οὗτος δοκεῖ τοῦτο μόνον λογίζεσθαι, ὅπως μεταξὺ λέγων εὐδοκιμήσει· εἰ δὲ μικρὸν ἐπισχὼν δόξει πονηρότατος τῶν Ἑλλήνων εἶναι, οὐδὲ μικρὸν φροντίζειν. τί γὰρ ἄν τις τοιούτῳ πιστεύσειεν ἀνθρώπῳ, ὃς ἐγκεχείρηκε λέγειν ὡς Φίλιππος, οὐ τοῖς αὑτοῦ στρατηγήμασιν, ἀλλὰ ταῖς ἐμαῖς δημηγορίαις, εἴσω Πυλῶν παρῆλθε; καὶ λογισμόν τινα ἡμερῶν συνηριθμεῖτο πρὸς ὑμᾶς, ἐν αἷς ἐγὼ μὲν ἀπήγγελλον τὴν πρεσβείαν, οἱ δὲ Φαλαίκου τοῦ Φωκέων τυράννου δρομοκήρυκες τἀνθένδε ἐκεῖσε διήγγελλον, πιστεύσαντες δὲ οἱ Φωκεῖς ἐμοὶ εἴσω Πυλῶν αὐτὸν παρεδέξαντο καὶ τὰς πόλεις τὰς αὑτῶν παρέδοσαν.