Ancient Greek · ~1 min
Section 129
Aeschines, Περὶ τῆς παραπρεσβείας 129
Not analysed yet
Ἐπιστολή ἀκούετε, ὦ ἄνδρες, ὅτι τοὺς ὅρκους ἀποδέδωκα, φησί, τοῖς ὑμετέροις πρέσβεσι, καὶ τῶν συμμάχων τῶν ἑαυτοῦ τοὺς παραγενομένους κατʼ ὄνομα γέγραφε, καὶ αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν, τοὺς δʼ ὑστερήσαντας τῶν συμμάχων ἀποστελεῖν φησι πρὸς ὑμᾶς. ταῦτʼ οὖν οὐκ ἂν οἴεσθε δύνασθαι γράψαι Φίλιππον μεθʼ ἡμέραν ἄνευ ἐμοῦ;