Ancient Greek · ~2 min
Section 140
Aeschines, Περὶ τῆς παραπρεσβείας 140
Not analysed yet
τοιγάρτοι Θηβαίων μὲν παρακαθημένων καὶ δεομένων, τῆς δʼ ἡμετέρας πόλεως διὰ σὲ τεθορυβημένης καὶ τῶν Ἀθηναίων ὁπλιτῶν οὐ παρόντων, Θετταλῶν δὲ Θηβαίοις προσθεμένων διὰ τὴν ὑμετέραν ἀβουλίαν καὶ τὴν πρὸς Φωκέας ἔχθραν, ἣ προϋπῆρχε Θετταλοῖς ἐκ παλαιῶς χρόνων, ὅτε αὐτῶν τοὺς ὁμήρους λαβόντες Φωκεῖς κατηλόησαν, Φαλαίκου δὲ πρὶν ἐμὲ ἐλθεῖν καὶ Στέφανον καὶ Δερκύλον καὶ τοὺς ἄλλους πρέσβεις ἀπεληλυθότος ὑποσπόνδου,