Ancient Greek · ~1 min
Section 141
Aeschines, Περὶ τῆς παραπρεσβείας 141
Not analysed yet
Ὀρχομενίων δὲ περιφόβων ὄντων καὶ σπονδὰς τοῖς σώμασιν αἰτησάντων, ὥστε ἀπελθεῖν ἐκ τῆς Βοιωτίας, παρεστηκότων μὲν τῶν Θηβαίων πρέσβεων, ὑπολειπομένης δʼ ἔχθρας φανερᾶς Φιλίππῳ πρὸς Θηβαίους καὶ Θετταλούς, τότε ἀπώλοντο αἱ πράξεις οὐ διʼ ἐμέ, ἀλλὰ διὰ τὴν προδοσίαν καὶ τὴν πρὸς Θηβαίους προξενίαν. μεγάλα δʼ οἶμαι τούτων ἔργῳ σημεῖα ἐπιδείξειν.